TraduzioniCategoria: GrecoAttacco Acheo a Tenedo e sbarco a Troia
giulio romano ha chiesto 10 mesi fa

Attacco Acheo a Tenedo e sbarco a Troia
Οἱ Ἀχαιοὶ τοῖς πλοίοις ἐκ Βοιωτίας ἀπαίρουσι καὶ εἰς Τένεδον
ἐφορμίζονται. Τένης ὁ τοῦ Κύκνου τῆς παμφόρου νήσου
βασιλεύει. Ὁ δὲ Τένης τὰ τῶν Ἀχαιῶν θοὰ πλοῖα διαδέρκεται καὶ
μάχην ὄρνυσι, ἀλλὰ ὑπὸ τοῦ πολεμίου στρατηγοῦ ἀποκτείνεται. Ἔπειτα οἱ
Ἀχαιοὶ εἰς τὴν Τροίαν καταίρουσι καὶ παρὰ τὸν Πρίαμον, τὸν γεραιὸν τῆς Τροίας
μόναρχον, ἀγγέλους ἀποστέλλουσι τὴν Ἑλένην ἐξαιτεῖν. Οἱ μὲν τῆς
Τροίας οἰκηταὶ τὰς μακρὰς πύλας ἀνοίγνουσιν, εἰς τὴν ἀγορὰν συναθροίζονται
καὶ τοὺς τῶν ἀγγέλων λόγους ἀκούουσιν, ἀλλὰ δὲ τὴν Ἑλένην τοῖς Ἀχαιοῖς
συμβουλεύουσι μὴ ἀποδιδόναι. Οἱ δὲ Ἀχαιοὶ τῇ τῶν Τρωικῶν ἀδικίᾳ ἄχθονται
καὶ τὰ ὅπλα λαμβάνουσι καὶ τὴν Τροίαν ἀμφιμάχονται.

Attacco Acheo a Tenedo e sbarco a Troia